118.1 αλληλουια αλφ μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου
118.2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν
118.3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν
118.4 σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα
118.5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου
118.6 τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου
118.7 ἐξομολογήσομαί σοι κύριε ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου
118.8 τὰ δικαιώματά σου φυλάξω μή με ἐγκαταλίπῃς ἕως σφόδρα
118.9 βηθ ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου
118.10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου
118.11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι
118.12 εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
118.13 ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου
118.14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ
118.15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου
118.16 ἐν τοῖς δικαιώμασίν σου μελετήσω οὐκ ἐπιλήσομαι τῶν λόγων σου
118.17 γιμαλ ἀνταπόδος τῷ δούλῳ σου ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου
118.18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου
118.19 πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου
118.20 ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ
118.21 ἐπετίμησας ὑπερηφάνοις ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου
118.22 περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα
118.23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου
118.24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου
118.25 δελθ ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου
118.26 τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου
118.27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου
118.28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας βεβαίωσόν με ἐν τοῖς λόγοις σου
118.29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με
118.30 ὁδὸν ἀληθείας ᾑρετισάμην τὰ κρίματά σου οὐκ ἐπελαθόμην
118.31 ἐκολλήθην τοῖς μαρτυρίοις σου κύριε μή με καταισχύνῃς
118.32 ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου
118.33 η νομοθέτησόν με κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν διὰ παντός
118.34 συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου
118.35 ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὴν ἠθέλησα
118.36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν
118.37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα ἐν τῇ ὁδῷ σου ζῆσόν με
118.38 στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου
118.39 περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα τὰ γὰρ κρίματά σου χρηστά
118.40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με
118.41 ουαυ καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου κύριε τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου
118.42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου
118.43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα
118.44 καὶ φυλάξω τὸν νόμον σου διὰ παντός εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
118.45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
118.46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην
118.47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησα σφόδρα
118.48 καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου
118.49 ζαι μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου ᾧ ἐπήλπισάς με
118.50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με
118.51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα
118.52 ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος κύριε καὶ παρεκλήθην
118.53 ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου
118.54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου
118.55 ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου
118.56 αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
118.57 ηθ μερίς μου κύριε εἶπα φυλάξασθαι τὸν νόμον σου
118.58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου ἐλέησόν με κατὰ τὸ λόγιόν σου
118.59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου
118.60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου
118.61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
118.62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
118.63 μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου
118.64 τοῦ ἐλέους σου κύριε πλήρης ἡ γῆ τὰ δικαιώματά σου δίδαξόν με
118.65 τηθ χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου κύριε κατὰ τὸν λόγον σου
118.66 χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα
118.67 πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα
118.68 χρηστὸς εἶ σύ κύριε καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου
118.69 ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου
118.70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα
118.71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου
118.72 ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου
118.73 ιωθ αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου
118.74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα
118.75 ἔγνων κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με
118.76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου
118.77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν
118.78 αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου
118.79 ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου
118.80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου ὅπως ἂν μὴ αἰσχυνθῶ
118.81 χαφ ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου καὶ εἰς τὸν λόγον σου ἐπήλπισα
118.82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες πότε παρακαλέσεις με
118.83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
118.84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν
118.85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ' οὐχ ὡς ὁ νόμος σου κύριε
118.86 πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια ἀδίκως κατεδίωξάν με βοήθησόν μοι
118.87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου
118.88 κατὰ τὸ ἔλεός σου ζῆσόν με καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου
118.89 λαβδ εἰς τὸν αἰῶνα κύριε ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ
118.90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει
118.91 τῇ διατάξει σου διαμένει ἡ ἡμέρα ὅτι τὰ σύμπαντα δοῦλα σά
118.92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου
118.93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με κύριε
118.94 σός εἰμι ἐγώ σῶσόν με ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
118.95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με τὰ μαρτύριά σου συνῆκα
118.96 πάσης συντελείας εἶδον πέρας πλατεῖα ἡ ἐντολή σου σφόδρα
118.97 μημ ὡς ἠγάπησα τὸν νόμον σου κύριε ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν
118.98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν
118.99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν
118.100 ὑπὲρ πρεσβυτέρους συνῆκα ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
118.101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου ὅπως ἂν φυλάξω τοὺς λόγους σου
118.102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα ὅτι σὺ ἐνομοθέτησάς μοι
118.103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου
118.104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας ὅτι σὺ ἐνομοθέτησάς μοι
118.105 νουν λύχνος τοῖς ποσίν μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου
118.106 ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου
118.107 ἐταπεινώθην ἕως σφόδρα κύριε ζῆσόν με κατὰ τὸν λόγον σου
118.108 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή κύριε καὶ τὰ κρίματά σου δίδαξόν με
118.109 ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
118.110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην
118.111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν
118.112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν
118.113 σαμχ παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα
118.114 βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ εἰς τὸν λόγον σου ἐπήλπισα
118.115 ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου
118.116 ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζήσομαι καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου
118.117 βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός
118.118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν
118.119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός
118.120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην
118.121 αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με
118.122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι
118.123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου
118.124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με
118.125 δοῦλός σού εἰμι ἐγώ συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου
118.126 καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ διεσκέδασαν τὸν νόμον σου
118.127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον
118.128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα
118.129 φη θαυμαστὰ τὰ μαρτύριά σου διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου
118.130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους
118.131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν
118.132 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου
118.133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία
118.134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ φυλάξω τὰς ἐντολάς σου
118.135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
118.136 διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου
118.137 σαδη δίκαιος εἶ κύριε καὶ εὐθὴς ἡ κρίσις σου
118.138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα
118.139 ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου
118.140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό
118.141 νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
118.142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ νόμος σου ἀλήθεια
118.143 θλῖψις καὶ ἀνάγκη εὕροσάν με αἱ ἐντολαί σου μελέτη μου
118.144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα συνέτισόν με καὶ ζήσομαι
118.145 κωφ ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου ἐπάκουσόν μου κύριε τὰ δικαιώματά σου ἐκζητήσω
118.146 ἐκέκραξά σε σῶσόν με καὶ φυλάξω τὰ μαρτύριά σου
118.147 προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα εἰς τοὺς λόγους σου ἐπήλπισα
118.148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου
118.149 τῆς φωνῆς μου ἄκουσον κύριε κατὰ τὸ ἔλεός σου κατὰ τὸ κρίμα σου ζῆσόν με
118.150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν
118.151 ἐγγὺς εἶ σύ κύριε καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια
118.152 κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά
118.153 ρης ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην
118.154 κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζῆσόν με
118.155 μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν
118.156 οἱ οἰκτιρμοί σου πολλοί κύριε κατὰ τὸ κρίμα σου ζῆσόν με
118.157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα
118.158 εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο
118.159 ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα κύριε ἐν τῷ ἐλέει σου ζῆσόν με
118.160 ἀρχὴ τῶν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου
118.161 σεν ἄρχοντες κατεδίωξάν με δωρεάν καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου
118.162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά
118.163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην τὸν δὲ νόμον σου ἠγάπησα
118.164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
118.165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον
118.166 προσεδόκων τὸ σωτήριόν σου κύριε καὶ τὰς ἐντολάς σου ἠγάπησα
118.167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα
118.168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου κύριε
118.169 θαυ ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με
118.170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥῦσαί με
118.171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον ὅταν διδάξῃς με τὰ δικαιώματά σου
118.172 φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη
118.173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην
118.174 ἐπεπόθησα τὸ σωτήριόν σου κύριε καὶ ὁ νόμος σου μελέτη μού ἐστιν
118.175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου βοηθήσει μοι
118.176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός ζήτησον τὸν δοῦλόν σου ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην
118.1 allehloyia alph makarioi oi amohmoi en odoh oi poreyomenoi en nomoh kyrioy
118.2 makarioi oi exereynohntes ta martyria aytoy en oleh kardia ekzehtehsoysin ayton
118.3 oy gar oi ergazomenoi tehn anomian en tais odois aytoy eporeythehsan
118.4 sy eneteiloh tas entolas soy phylaxasthai sphodra
118.5 ophelon kateythyntheiehsan ai odoi moy toy phylaxasthai ta dikaiohmata soy
118.6 tote oy meh epaischynthoh en toh me epiblepein epi pasas tas entolas soy
118.7 exomologehsomai soi kyrie en eythytehti kardias en toh memathehkenai me ta krimata tehs dikaiosynehs soy
118.8 ta dikaiohmata soy phylaxoh meh me egkatalipehs eohs sphodra
118.9 behth en tini katorthohsei o neohteros tehn odon aytoy en toh phylassesthai toys logoys soy
118.10 en oleh kardia moy exezehtehsa se meh apohseh me apo tohn entolohn soy
118.11 en teh kardia moy ekrypsa ta logia soy opohs an meh amartoh soi
118.12 eylogehtos ei kyrie didaxon me ta dikaiohmata soy
118.13 en tois cheilesin moy exehggeila panta ta krimata toy stomatos soy
118.14 en teh odoh tohn martyriohn soy eterphthehn ohs epi panti ploytoh
118.15 en tais entolais soy adoleschehsoh kai katanoehsoh tas odoys soy
118.16 en tois dikaiohmasin soy meletehsoh oyk epilehsomai tohn logohn soy
118.17 gimal antapodos toh doyloh soy zehsomai kai phylaxoh toys logoys soy
118.18 apokalypson toys ophthalmoys moy kai katanoehsoh ta thaymasia soy ek toy nomoy soy
118.19 paroikos egoh eimi en teh geh meh apokrypsehs ap' emoy tas entolas soy
118.20 epepothehsen eh psycheh moy toy epithymehsai ta krimata soy en panti kairoh
118.21 epetimehsas yperehphanois epikataratoi oi ekklinontes apo tohn entolohn soy
118.22 periele ap' emoy oneidos kai exoydenohsin oti ta martyria soy exezehtehsa
118.23 kai gar ekathisan archontes kai kat' emoy katelaloyn o de doylos soy ehdoleschei en tois dikaiohmasin soy
118.24 kai gar ta martyria soy meleteh moy estin kai ai symboyliai moy ta dikaiohmata soy
118.25 delth ekollehtheh toh edaphei eh psycheh moy zehson me kata ton logon soy
118.26 tas odoys moy exehggeila kai epehkoysas moy didaxon me ta dikaiohmata soy
118.27 odon dikaiohmatohn soy synetison me kai adoleschehsoh en tois thaymasiois soy
118.28 estaxen eh psycheh moy apo akehdias bebaiohson me en tois logois soy
118.29 odon adikias apostehson ap' emoy kai toh nomoh soy eleehson me
118.30 odon alehtheias ehretisamehn ta krimata soy oyk epelathomehn
118.31 ekollehthehn tois martyriois soy kyrie meh me kataischynehs
118.32 odon entolohn soy edramon otan eplatynas tehn kardian moy
118.33 eh nomothetehson me kyrie tehn odon tohn dikaiohmatohn soy kai ekzehtehsoh aytehn dia pantos
118.34 synetison me kai exereynehsoh ton nomon soy kai phylaxoh ayton en oleh kardia moy
118.35 odehgehson me en triboh tohn entolohn soy oti aytehn ehthelehsa
118.36 klinon tehn kardian moy eis ta martyria soy kai meh eis pleonexian
118.37 apostrepson toys ophthalmoys moy toy meh idein mataiotehta en teh odoh soy zehson me
118.38 stehson toh doyloh soy to logion soy eis ton phobon soy
118.39 periele ton oneidismon moy on ypohpteysa ta gar krimata soy chrehsta
118.40 idoy epethymehsa tas entolas soy en teh dikaiosyneh soy zehson me
118.41 oyay kai elthoi ep' eme to eleos soy kyrie to sohtehrion soy kata to logion soy
118.42 kai apokrithehsomai tois oneidizoysi me logon oti ehlpisa epi toys logoys soy
118.43 kai meh perielehs ek toy stomatos moy logon alehtheias eohs sphodra oti epi ta krimata soy epehlpisa
118.44 kai phylaxoh ton nomon soy dia pantos eis ton aiohna kai eis ton aiohna toy aiohnos
118.45 kai eporeyomehn en platysmoh oti tas entolas soy exezehtehsa
118.46 kai elaloyn en tois martyriois soy enantion basileohn kai oyk ehschynomehn
118.47 kai emeletohn en tais entolais soy ais ehgapehsa sphodra
118.48 kai ehra tas cheiras moy pros tas entolas soy as ehgapehsa kai ehdoleschoyn en tois dikaiohmasin soy
118.49 zai mnehsthehti ton logon soy toh doyloh soy oh epehlpisas me
118.50 ayteh me parekalesen en teh tapeinohsei moy oti to logion soy ezehsen me
118.51 yperehphanoi parehnomoyn eohs sphodra apo de toy nomoy soy oyk exeklina
118.52 emnehsthehn tohn krimatohn soy ap' aiohnos kyrie kai pareklehthehn
118.53 athymia kateschen me apo amartohlohn tohn egkatalimpanontohn ton nomon soy
118.54 psalta ehsan moi ta dikaiohmata soy en topoh paroikias moy
118.55 emnehsthehn en nykti toy onomatos soy kyrie kai ephylaxa ton nomon soy
118.56 ayteh egenehtheh moi oti ta dikaiohmata soy exezehtehsa
118.57 ehth meris moy kyrie eipa phylaxasthai ton nomon soy
118.58 edeehthehn toy prosohpoy soy en oleh kardia moy eleehson me kata to logion soy
118.59 dielogisamehn tas odoys soy kai epestrepsa toys podas moy eis ta martyria soy
118.60 ehtoimasthehn kai oyk etarachthehn toy phylaxasthai tas entolas soy
118.61 schoinia amartohlohn perieplakehsan moi kai toy nomoy soy oyk epelathomehn
118.62 mesonyktion exehgeiromehn toy exomologeisthai soi epi ta krimata tehs dikaiosynehs soy
118.63 metochos egoh eimi pantohn tohn phoboymenohn se kai tohn phylassontohn tas entolas soy
118.64 toy eleoys soy kyrie plehrehs eh geh ta dikaiohmata soy didaxon me
118.65 tehth chrehstotehta epoiehsas meta toy doyloy soy kyrie kata ton logon soy
118.66 chrehstotehta kai paideian kai gnohsin didaxon me oti tais entolais soy episteysa
118.67 pro toy me tapeinohthehnai egoh eplehmmelehsa dia toyto to logion soy ephylaxa
118.68 chrehstos ei sy kyrie kai en teh chrehstotehti soy didaxon me ta dikaiohmata soy
118.69 eplehthyntheh ep' eme adikia yperehphanohn egoh de en oleh kardia moy exereynehsoh tas entolas soy
118.70 etyrohtheh ohs gala eh kardia aytohn egoh de ton nomon soy emeletehsa
118.71 agathon moi oti etapeinohsas me opohs an mathoh ta dikaiohmata soy
118.72 agathon moi o nomos toy stomatos soy yper chiliadas chrysioy kai argyrioy
118.73 iohth ai cheires soy epoiehsan me kai eplasan me synetison me kai mathehsomai tas entolas soy
118.74 oi phoboymenoi se opsontai me kai eyphranthehsontai oti eis toys logoys soy epehlpisa
118.75 egnohn kyrie oti dikaiosyneh ta krimata soy kai alehtheia etapeinohsas me
118.76 genehthehtoh deh to eleos soy toy parakalesai me kata to logion soy toh doyloh soy
118.77 elthetohsan moi oi oiktirmoi soy kai zehsomai oti o nomos soy meleteh moy estin
118.78 aischynthehtohsan yperehphanoi oti adikohs ehnomehsan eis eme egoh de adoleschehsoh en tais entolais soy
118.79 epistrepsatohsan moi oi phoboymenoi se kai oi ginohskontes ta martyria soy
118.80 genehthehtoh eh kardia moy amohmos en tois dikaiohmasin soy opohs an meh aischynthoh
118.81 chaph ekleipei eis to sohtehrion soy eh psycheh moy kai eis ton logon soy epehlpisa
118.82 exelipon oi ophthalmoi moy eis to logion soy legontes pote parakaleseis me
118.83 oti egenehthehn ohs askos en pachneh ta dikaiohmata soy oyk epelathomehn
118.84 posai eisin ai ehmerai toy doyloy soy pote poiehseis moi ek tohn katadiohkontohn me krisin
118.85 diehgehsanto moi paranomoi adoleschias all' oych ohs o nomos soy kyrie
118.86 pasai ai entolai soy alehtheia adikohs katediohxan me boehthehson moi
118.87 para brachy synetelesan me en teh geh egoh de oyk egkatelipon tas entolas soy
118.88 kata to eleos soy zehson me kai phylaxoh ta martyria toy stomatos soy
118.89 labd eis ton aiohna kyrie o logos soy diamenei en toh oyranoh
118.90 eis genean kai genean eh alehtheia soy ethemeliohsas tehn gehn kai diamenei
118.91 teh diataxei soy diamenei eh ehmera oti ta sympanta doyla sa
118.92 ei meh oti o nomos soy meleteh moy estin tote an apohlomehn en teh tapeinohsei moy
118.93 eis ton aiohna oy meh epilathohmai tohn dikaiohmatohn soy oti en aytois ezehsas me kyrie
118.94 sos eimi egoh sohson me oti ta dikaiohmata soy exezehtehsa
118.95 eme ypemeinan amartohloi toy apolesai me ta martyria soy synehka
118.96 pasehs synteleias eidon peras plateia eh entoleh soy sphodra
118.97 mehm ohs ehgapehsa ton nomon soy kyrie olehn tehn ehmeran meleteh moy estin
118.98 yper toys echthroys moy esophisas me tehn entolehn soy oti eis ton aiohna moi estin
118.99 yper pantas toys didaskontas me synehka oti ta martyria soy meleteh moy estin
118.100 yper presbyteroys synehka oti tas entolas soy exezehtehsa
118.101 ek pasehs odoy ponehras ekohlysa toys podas moy opohs an phylaxoh toys logoys soy
118.102 apo tohn krimatohn soy oyk exeklina oti sy enomothetehsas moi
118.103 ohs glykea toh laryggi moy ta logia soy yper meli kai kehrion toh stomati moy
118.104 apo tohn entolohn soy synehka dia toyto emisehsa pasan odon adikias oti sy enomothetehsas moi
118.105 noyn lychnos tois posin moy o logos soy kai phohs tais tribois moy
118.106 omohmoka kai estehsa toy phylaxasthai ta krimata tehs dikaiosynehs soy
118.107 etapeinohthehn eohs sphodra kyrie zehson me kata ton logon soy
118.108 ta ekoysia toy stomatos moy eydokehson deh kyrie kai ta krimata soy didaxon me
118.109 eh psycheh moy en tais chersin moy dia pantos kai toy nomoy soy oyk epelathomehn
118.110 ethento amartohloi pagida moi kai ek tohn entolohn soy oyk eplanehthehn
118.111 eklehronomehsa ta martyria soy eis ton aiohna oti agalliama tehs kardias moy eisin
118.112 eklina tehn kardian moy toy poiehsai ta dikaiohmata soy eis ton aiohna di' antameipsin
118.113 samch paranomoys emisehsa kai ton nomon soy ehgapehsa
118.114 boehthos moy kai antilehmptohr moy ei sy eis ton logon soy epehlpisa
118.115 ekklinate ap' emoy ponehreyomenoi kai exereynehsoh tas entolas toy theoy moy
118.116 antilaboy moy kata to logion soy kai zehsomai kai meh kataischynehs me apo tehs prosdokias moy
118.117 boehthehson moi kai sohthehsomai kai meletehsoh en tois dikaiohmasin soy dia pantos
118.118 exoydenohsas pantas toys apostatoyntas apo tohn dikaiohmatohn soy oti adikon to enthymehma aytohn
118.119 parabainontas elogisamehn pantas toys amartohloys tehs gehs dia toyto ehgapehsa ta martyria soy dia pantos
118.120 kathehlohson ek toy phoboy soy tas sarkas moy apo gar tohn krimatohn soy ephobehthehn
118.121 ain epoiehsa krima kai dikaiosynehn meh paradohs me tois adikoysin me
118.122 ekdexai ton doylon soy eis agathon meh sykophantehsatohsan me yperehphanoi
118.123 oi ophthalmoi moy exelipon eis to sohtehrion soy kai eis to logion tehs dikaiosynehs soy
118.124 poiehson meta toy doyloy soy kata to eleos soy kai ta dikaiohmata soy didaxon me
118.125 doylos soy eimi egoh synetison me kai gnohsomai ta martyria soy
118.126 kairos toy poiehsai toh kyrioh dieskedasan ton nomon soy
118.127 dia toyto ehgapehsa tas entolas soy yper chrysion kai topazion
118.128 dia toyto pros pasas tas entolas soy katohrthoymehn pasan odon adikon emisehsa
118.129 pheh thaymasta ta martyria soy dia toyto exehreynehsen ayta eh psycheh moy
118.130 eh dehlohsis tohn logohn soy phohtiei kai synetiei nehpioys
118.131 to stoma moy ehnoixa kai eilkysa pneyma oti tas entolas soy epepothoyn
118.132 epiblepson ep' eme kai eleehson me kata to krima tohn agapohntohn to onoma soy
118.133 ta diabehmata moy kateythynon kata to logion soy kai meh katakyrieysatoh moy pasa anomia
118.134 lytrohsai me apo sykophantias anthrohpohn kai phylaxoh tas entolas soy
118.135 to prosohpon soy epiphanon epi ton doylon soy kai didaxon me ta dikaiohmata soy
118.136 diexodoys ydatohn katebehsan oi ophthalmoi moy epei oyk ephylaxan ton nomon soy
118.137 sadeh dikaios ei kyrie kai eythehs eh krisis soy
118.138 eneteiloh dikaiosynehn ta martyria soy kai alehtheian sphodra
118.139 exetehxen me o zehlos toy oikoy soy oti epelathonto tohn logohn soy oi echthroi moy
118.140 pepyrohmenon to logion soy sphodra kai o doylos soy ehgapehsen ayto
118.141 neohteros eimi egoh kai exoydenohmenos ta dikaiohmata soy oyk epelathomehn
118.142 eh dikaiosyneh soy dikaiosyneh eis ton aiohna kai o nomos soy alehtheia
118.143 thlipsis kai anagkeh eyrosan me ai entolai soy meleteh moy
118.144 dikaiosyneh ta martyria soy eis ton aiohna synetison me kai zehsomai
118.145 kohph ekekraxa en oleh kardia moy epakoyson moy kyrie ta dikaiohmata soy ekzehtehsoh
118.146 ekekraxa se sohson me kai phylaxoh ta martyria soy
118.147 proephthasa en aohria kai ekekraxa eis toys logoys soy epehlpisa
118.148 proephthasan oi ophthalmoi moy pros orthron toy meletan ta logia soy
118.149 tehs phohnehs moy akoyson kyrie kata to eleos soy kata to krima soy zehson me
118.150 prosehggisan oi katadiohkontes me anomia apo de toy nomoy soy emakrynthehsan
118.151 eggys ei sy kyrie kai pasai ai entolai soy alehtheia
118.152 kat' archas egnohn ek tohn martyriohn soy oti eis ton aiohna ethemeliohsas ayta
118.153 rehs ide tehn tapeinohsin moy kai exeloy me oti ton nomon soy oyk epelathomehn
118.154 krinon tehn krisin moy kai lytrohsai me dia ton logon soy zehson me
118.155 makran apo amartohlohn sohtehria oti ta dikaiohmata soy oyk exezehtehsan
118.156 oi oiktirmoi soy polloi kyrie kata to krima soy zehson me
118.157 polloi oi ekdiohkontes me kai ekthlibontes me ek tohn martyriohn soy oyk exeklina
118.158 eidon asynthetoyntas kai exetehkomehn oti ta logia soy oyk ephylaxanto
118.159 ide oti tas entolas soy ehgapehsa kyrie en toh eleei soy zehson me
118.160 archeh tohn logohn soy alehtheia kai eis ton aiohna panta ta krimata tehs dikaiosynehs soy
118.161 sen archontes katediohxan me dohrean kai apo tohn logohn soy edeiliasen eh kardia moy
118.162 agalliasomai egoh epi ta logia soy ohs o eyriskohn skyla polla
118.163 adikian emisehsa kai ebdelyxamehn ton de nomon soy ehgapehsa
118.164 eptakis tehs ehmeras ehnesa soi epi ta krimata tehs dikaiosynehs soy
118.165 eirehneh polleh tois agapohsin ton nomon soy kai oyk estin aytois skandalon
118.166 prosedokohn to sohtehrion soy kyrie kai tas entolas soy ehgapehsa
118.167 ephylaxen eh psycheh moy ta martyria soy kai ehgapehsen ayta sphodra
118.168 ephylaxa tas entolas soy kai ta martyria soy oti pasai ai odoi moy enantion soy kyrie
118.169 thay eggisatoh eh deehsis moy enohpion soy kyrie kata to logion soy synetison me
118.170 eiselthoi to axiohma moy enohpion soy kata to logion soy rysai me
118.171 exereyxainto ta cheileh moy ymnon otan didaxehs me ta dikaiohmata soy
118.172 phthegxaito eh glohssa moy to logion soy oti pasai ai entolai soy dikaiosyneh
118.173 genesthoh eh cheir soy toy sohsai me oti tas entolas soy ehretisamehn
118.174 epepothehsa to sohtehrion soy kyrie kai o nomos soy meleteh moy estin
118.175 zehsetai eh psycheh moy kai ainesei se kai ta krimata soy boehthehsei moi
118.176 eplanehthehn ohs probaton apolohlos zehtehson ton doylon soy oti tas entolas soy oyk epelathomehn